Add parallel Print Page Options

Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10 [a]περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι [b]τῇ ἐπιγνώσει τοῦ θεοῦ, 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, 12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι [c]ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ [d]πάντα ἐν τοῖς οὐρανοῖς [e]καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς [f]ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [g][δι’ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ [h]ἐν τοῖς οὐρανοῖς·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:10 περιπατῆσαι WH Treg NIV ] + ὑμᾶς RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:10 τῇ ἐπιγνώσει WH Treg NIV ] εἰς τὴν ἐπίγνωσιν RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:12 ὑμᾶς WH NIV ] ἡμᾶς Treg RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 πάντα WH Treg NIV ] + τὰ RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 καὶ WH NIV ] + τὰ Treg RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:18 ἐστιν Treg NIV RP ] + ἡ WH
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 δι’ αὐτοῦ WH RP NA ] – Treg NIV
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 ἐν WH Treg NIV ] ἐπὶ RP